Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 215
Not analysed yet
215. πέμπετέ μ᾿ εἰς ὄρος: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανικώτερον ἅμα τῷ πάθει, ὡς λοιπὸν σαφέστερον δηλοῦσθαι τὸν ἔρωτα. εἰς ὄρος γὰρ βούλεται προπέμπεσθαι πρὸς θέαν τοῦ ἐρωμένου, κυνηγετεῖν τε ἐπιθυμεῖ πρὸς συνομιλίαν τοῦ ποθουμένου. ἐνταῦθα δὲ δεῖ τὸν ὑποκρινόμενον κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ, καὶ ἐν τῷ “εἶμι πρὸς ὕλην” ἀναπηδᾶν, ὡς αὐτὴ πορευομένη. τὸ δὲ ἑξῆς οὕτως, πέμ- πετέ μ᾿ εἰς ὅρος πρὸς θεῶν· μᾶλλον δὲ δἰ ἐμαυτῆς πάρειμι καὶ κυνηγεσίων ἐπιθυμῶ, ὥστε κυσὶ μὲν συρίσαι, ἐπὶ θῆρας δὲ ὁρμῆσαι, καὶ τὸ ἀκόντιον ἀνατείνασα ῥῖψαι, τὸ δὲ σίδηρον αὐτοῦ ταῖς χερσὶ κατέχουσα οὕτως ἀκοντίζειν. οἱ μὲν ἀκοντίζοντες τὴν χεῖρα ἄνω πρὸς τὴν κεφαλὴν ἀνατείνουσι, τὸ δὲ σίδηρον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον τοῖς δυσὶ δακτύλοις τοῖς μέσοις κατέχοντες οὕτω ῥίπτουσιν. ἄριστα δὲ τῷ λεπτομερεῖ τῆς φράσεως μιμεῖται τὸ τῶν ἐρώντων ἦθος, ὅτε τινὸς ἐρῶντες τέχνῃ ὑπογράφουσιν, ὥσπερ ζωγράφοι τῇ λεπτολογίᾳ, ἐκείνην τὴν τέχνην καὶ τὰ αὐτῆς ὄργανα, καὶ ὥσπερ οἱ εἰς ἐπίδειξιν αὐτῆς ἐρχόμενοι ἐρεθίζουσι τῷ λεπτομερεῖ τῆς φράσεως τὸν ἐρῶντα. καθόλου δὲ τοῦτο ἐπὶ τῶν ἐρώντων συμβαίνει. B. I. Fl. 6. πέμπετε: τῷ χορῷ λέγει ταῦτα τῷ ἐλθόντι εἰς ἐπίσκεψιν αὐτῆς. B. Fl. 6. 15.