Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 221
Not analysed yet
221. Θεσσαλὸν ὅρπακα: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ. ἐπίλογχον δὲ βέλος αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ᾧπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ συνέχεται, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον ἐν δυσὶ δακτύλοις κατέχοντες ῥίπτουσιν οὕτως Ἄλλως. ἐπίλογχον ἔχουσ᾿ :ἐπεὶ βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχον, ὅ ἐστι βέλος ἔχουσα ἐν τῇ χειρὶ τὴν λόγχην ἔχον, ἵνα σημάνῃ τὸ ἀκόντιον.