# Scholia in Euripidis Hippolytum 331

Scholia In Euripidem, Scholia in Euripidis Hippolytum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-hippolytum/331

331. ἐκ τῶν γὰρ ἐσθλῶν: ἐὰν εἴπω τὸ ἀγαθὸν, εἰς αἰσχρόν μοι καθίσταται. εἰκότως, φησὶ, κρύπτω ἃ ἀπαιτεῖς με λέγειν. μέλλω γὰρ ἐκ τούτων τῶν ἐσθλῶν, δηλαδὴ τῆς ἐγκρατείας, εἰς αἰσχρὰ μεταλαμβάνειν, ὅ ἐστι φονεύειν ἐμαυτήν. ἐὰν μέντοι ᾖ λέγουσα ἡ γραῦς, χρηστά μου ἀναγκαζούσης σε λέγειν κρύπτεις με, ἀναλόγως ἐπιφέρει ὅτι ἐκ γὰρ τῶν ἀγαθῶν τούτων ὧν λέγεις, ὅ ἐστι τοῦ φανερῶσαι τὸ πάθος, ἐγὼ εἰς αἰσχρὰν ἐμπεσοῦμαι φήμην, ἢ καὶ πορνεύειν ἀναγκασθήσομαι. γράφεται δὲ καὶ “ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλά,” ὅ ἐστι, πειρῶμαι μὲν ἀπὸ πορνείας ἐξελθεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ βούλομαι ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ κρύφα, φησὶν, ἐξ αἰσχρῶν ἐσθλὰ μηχανήσασθαι βουλεύῃ, πόσῳ μᾶλλον θαυμασθήσῃ αὐτὴν διεξελθοῦσα σαφῶς τὴν βουλήν. καθόλου γὰρ ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα. διὸ καὶ ἀπορήσασα ἀντειπεῖν φησιν, ἄπελθε πρὸς θεῶν δεξιᾶς τ᾿ ἐμῆς μέθες. ὅμως γε μὴν ἡ προτέρα γραφὴ βελτίων.

---

Scholia in Euripidem, Scholia in Euripidis Hippolytum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg013.local001/.
