Ancient Greek · ~5 min
347 to 359
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 347-359
Not analysed yet
347. τί τοῦθ᾿ ὃ δή: ἀγνοούσῃ δι᾿ αἰνιγμῶν αὐτῇ συμβάλλειν αὐτὴ λοιπὸν ἐρωτᾷ τὴν τοῦ ἔρωτος φύσιν, δηλοῦσα ὅτι ἔκ τινος θείας ὀργῆς τοῦτο νοσεῖ, οὐκοῦν ἐκ μελέτης καὶ κακῆς φύσεως, ὅπου γε καὶ τὴν ἰδίαν ἀγνοεῖ τοῦ πάθους φύσιν. A. B. I. 349. ἡμεῖς ἂν ἦμεν: τῷ ἑτέρῳ εἴδει τοῦ ἔρωτος, δηλαδὴ τῷ ἀλγεινῷ, ὡς δηλοῖ ἡ νόσου. A. B. 351. ὅστις ποθ᾿ οὗτος: πιθανώτατα παρέδραμε τὸ ὄνομα, ἤτοι αἰδουμένη, ἢ διὰ τούτου σημᾶναι θέλουσα ὡς οὐκ ἐξ εἰδήσεως οὐδὲ ἀπὸ τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης, οὐ τῷ κάλλει τοῦ νέου. οἱ σώφρονες γὰρ οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ᾿ ἀναγκαζόμενοι. 352. σοῦ τάδ᾿ ,οὐκ ἐμοῦ: σαυτῆς ταῦτα κλύεις, οὐκ ἐμοῦ, ἀντὶ τοῦ, σὺ εἶπας, οὐκ ἐγώ. ἄριστα δὲ καὶ ἡ ἄρνησις μετὰ τὴν τὴν σαφῆ. 353. οἴμοι, τί λέξεις: σαφῶς ἀκούσασα τὸν ἔρωτα λοιπὸν σχετλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους. κομματικὴ δὲ ἡ διάνοια ὡσὰν ἐκπεπληγμένης τῷ θαύματι. 357. χαίρετ᾿ :σώζοισθε. B. 358. οἱ σώφρονες: ἡ σωφρονοῦσα αὐτή. B. 359. οὐκ ἄῤ ἦν θεός: θεὸν γὰρ κυρίως λέγουσι τὸν μετὰ τοῦ προνοητικοῦ καὶ τὸ δυνατὸν ἔχοντα τῶν δυναστευομένων. μείζονα οὖν φησιν αὐτὴν θεοῦ, καθὸ μόνον ἐνδείξασθαι δύναμιν γίνεται, οὐ τοῦ προνοεῖσθαι.