Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 377
Not analysed yet
377. καί μοι δοκοῦσιν: οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς τὰ ἁμαρτήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς ἐστιν. γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωμικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ τὸ κακόν. οὐ κατὰ γνώμης φύσιν: ἀντὶ τοῦ οὐ κατὰ τρόπον φύσεως. A. οὐκ ἀπὸ ἰδίου νοός. B. ἤγουν ἀπὸ φύσεως τὸ πράσσειν. Fl. 2.