Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 380
Not analysed yet
380. τὰ χρήστ᾿ ἐπιστάμεσθα: δεῖξαι βούλεται τοῦτο, ὅτι οὐκ ἀγνοίᾳ τοῦ καλοῦ τὸ κακὸν πράττομεν. ἅτινα μὲν οὖν χρηστὰ καὶ χρήσιμα τῷ βίῳ καθέστηκεν ἴσμεν, ἐκπονεῖν δὲ αὐτὰ οὐ θέλομεν, διαφόροις ἡδοναῖς ἡττώμενοι. ἀπό τινος γὰρ ἀργίας καὶ ὄκνου τοῦ ἐκπονεῖν τὰ καλὰ τὰ κακὰ μετέρχονται. ὅσῳ γὰρ δυσάλωτός ἐστιν ἡ ἀρετὴ, τοσούτῳ ἡ κακία εὐάλωτος. καὶ Ἡσίοδος “τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι, τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν.”