Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 395
Not analysed yet
395. γλώσσῃ γάρ: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης δι᾿ ἄλλων προτεθεικέναι, καθὸ πολλῶν τοῖς ἀκούουσιν ἀπίστων γινομένων αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβολον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς ἀρετὰς, ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον σύμβολον, ὅταν τις ἕτερον μὲν κεύθῃ ἐνὶ φρενὶ, ἄλλο δ᾿ εἴπῃ. ἄνοιαν δὲ τὴν πορνείαν καλεῖ, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη καλεῖται, ἐν ᾗ σώζομεν τὰς φρένας.