Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 467
Not analysed yet
467. οὐδ᾿ ἐκπονεῖν τοι χρῆν: οὐκ ἐξακριβάζεσθαι, οὐδὲ καταπονεῖσθαι δεῖ πάνυ τοὺς ἀνθρώπους, ἀντέχοντας πρὸς τὸν ἔρωτα. A. B. I. Ἄλλως. ἐνταῦθα τὸ ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν, ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκάζουσαν φύσιν καὶ τὰ συμπίπτοντα. A. τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει τὴν σημασίαν, τὸ λίαν σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δὲ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ τοῖς ἀνθρώποις. A. οὐδὲ στέγην γὰρ, ὑφ᾿ ἧς οἱ δόμοι κατηρεφεῖς γίνονται, καλῶς ἀκριβώσειαν, οἱ τέκτονες δηλονότι, καὶ τὸ μέτρον τοῦ διαστήματος τῶν δόμων φυλάξειαν, ὡς μήτε ἐκείνην πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν.