Ancient Greek · ~12 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 73a.1
Not analysed yet
73. σοὶ τόνδε πλεκτόν: πρὸς τόν χειροποίητον στέφανον, ὃν ἔφερε τῷ ξοάνῳ. τινὲς μέντοι καὶ τοῦτο ἐπὶ τῆς αὐτῆς ἀλληγορίας ἀκούουσι, λέγοντες τὸν ὕμνον κόσμον εἰρῆσθαι αὐτῆς. τοῦτον ἂν λέγοι τὸν ὕμνον δεικτικῶς πρὸς τὸ εἰρημένον “πότνια. ʼ Ἄλλως. διαβεβόηται τοῦτο τὸ ζήτημα. καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ· ὁ δὲ Φιλόχορος τὴν ἐν Ἄγραις Ἄρτεμιν τῷ μὲν λόγῳ στέφεσθαί φησιν, ἐφ᾿ ἑαυτοῦ δὲ τὸν Ἱππόλυτον ταῦτα λέγειν, ὅτι ἐμαυτὸν σοὶ ἀνατίθημι, ὦ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασι καὶ μηδὲν ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον. τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθ᾿ ὃν οὐκ ἔστιν ἡμῖν ὅσιον οὐδὲ δρέπεσθαι τῶν ἀνθέων· τὸ γὰρ “οὐδ᾿ ἦλθέ πω σίδηρος” εἰς τοῦτο καταστρέφει, ὅτι οὐδὲ δρέπεται ὑπό τινος, οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον, καὶ δοκεῖν ἄνθιμον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ κατάρδεσθαι αὐτόν. Φιλόχορος δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν, τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ, τῆς ἀδόλου καὶ ἀφθάρτου διανοίας. Ἄλλως. ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν, ἢ ποταμοῖς, ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστῶντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν καὶ τὴν εἰς τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρὸν, διὰ δὲ τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ πάντα συνελὼν ὁ ποιητὴς ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ “ἐξ ἀκηράτου λειμῶνος,” ἐπειδὴ δεῖ πάντως τὸν μετιόντα μουσικὴν καθαράν τε καὶ ἀκήρατον ἔχειν τὴν ψυχὴν πάντοτε καὶ ἄχραντον ἀπὸ κακοῦ, καὶ μάλιστα τῆς αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑποτίθενται τὰς Μούσας, γονιμωτάτας οὔσας. Ἄλλως. καθόλου μέν ἐστι τῆς διανοίας καὶ στέφανον αὐτὸν προσφέροντα, ἅτε δὴ σοφόν· τῷ μὲν ξοάνῳ ἄρα τὸν χειροποίητον στέφανον προσφέρει, τῇ δὲ θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον, δίκην πλοκῆς συντεθέντας τοὺς λόγους ἀποτελεῖν τὸν ὕμνον. ἀκήρατον δὲ λειμῶνα ἀλληγορεῖ τὸν ἐξ ἀνθέων πεπλεγμένον στέφανον τῇ παρθένῳ καὶ ἄδολον ἔννοιαν, ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ πρόβατα ἄγειν. τὰ γοῦν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέκειρε. σίδηρον δ᾿ ἂν λέγοι ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν τε καὶ κακουργίαν, ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ. βοτὰ δὲ λέγει τὰ ποίμνια, μέλισσαν δὲ ἀλληγορικῶς αὐτὴν τὴν ψυχήν· καθαρώτατον γάρ τι ζῶον ἡ μέλισσα· ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὴν δὲ αὐτὴν εἶπεν, ἤτοι ὅτι ἡ μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ ἄνθη, ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων γεννητικόν.