# Scholia in Euripidis Hippolytum 78

Scholia In Euripidem, Scholia in Euripidis Hippolytum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-hippolytum/78

78. αἰδὼς δὲ ποταμίαισι: ἡ αἰδὼς, φησὶ, τοῦτον τὸν λειμῶνα γεωργεῖ, καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει καὶ γεωργεῖ. τοῦτο δὲ λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς ἔλαχε, καὶ τοῖς ἀγαθοῖς ἀνδράσι καὶ σοφοῖς ἕνεστι τὸ αἰδημονικόν. ὅσοις οὖν μηδὲν διδακτὸν καὶ ἐκ βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει τὴν σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου τοῦ λειμῶνος μόνοις δρέπεσθαι καὶ καρποῦσθαι δέδοται τοιαύτης ψυχῆς καὶ σοφίας ἀπολαύειν. Ἄλλως. ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ τῶν κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκείμενα. οἱ γὰρ ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι προσομοιοῦσιν, αὐτὴν δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ ἐπιμελὲς καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους ἕνεκα τοῦ λαμπρύνεσθαι δἰ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, δἰ ἧς τὸν εἰς τὴν Ἄρτεμιν ὕμνον ἐβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιητῶν σποράδην τοῖς τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτου λειμῶνος δρέπεσθαι διὰ τὸ δεῖν τὴν ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήαἰδὼς ρατον εἶναι καὶ παντὸς κακοῦ ἄχραντον. δεῖ γὰρ τοὺς ποιητὰς αἰδοῦς μεμοιρᾶσθαι πάντων. διὸ καὶ τὰς Μούσας παρθένους εἶπον ἔνιοι. κηπεύει: ποτίζει. A. ἀνατρέφει M. τρέφει. Fl. 15.

---

Scholia in Euripidem, Scholia in Euripidis Hippolytum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg013.local001/.
