# Scholia in Euripidis Hippolytum 795-831

Scholia In Euripidem, Scholia in Euripidis Hippolytum, 795 to 831. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-hippolytum/795

795. πρόσω μὲν ἤδη: οἷον πόρρω, μακρὸς, ἀντὶ τοῦ προβέβηκε τῇ ἡλικίᾳ, ἀντὶ τοῦ γέρων μὲν ἤδη ἐστὶν, ἀλλ᾿ ὅμως λυπηρὸς ἡμῖν γενήσεται ἀποθανών. 799. μή τι συλᾶται: μὴ ἄρα τῶν τέκνων μου ἡ ζωὴ κλέπτεται; ἀντὶ τοῦ ἀπέθανον. 803. λύπῃ παχνωθεῖσα: ἀντὶ τοῦ κακωθεῖσα. ἁπάντων γὰρ τῶν φυτῶν φθαρτική ἐστιν ἡ πάχνη. οἰκονομικῶς δὲ ψεύδεται τὰ λοιπὰ μὴ εἰδέναι ὁ χορός. 806. ἀνέστεμμαι κάρα: ἔθος γὰρ ἦν τοὺς ἐξ ἱεροῦ στελλομένους στέφεσθαι. πλεκτοῖς δὲ φύλλοις ἀντὶ τοῦ πλεκτοῖς στεφάνοις. 808. χαλᾶτε κλῇθρα: ἀντὶ τοῦ ἀνοίγετε τὰς θύρας. 809. ἁρμούς: γρ. καὶ ὅρμους ἀντὶ τοῦ δεσμούς. B. 812. ἔπαθες, εἰργάσω: πέπονθας τὸ τῆς ἀγχόνης κακὸν, εἰργάσω εἰς ἑαυτὴν τὸν δι᾿ ἀγχόνης θάνατον. τὸ δὲ αἶ αἶ τόλμας διὰ μέσου ἀναπεφώνηται, καὶ οὕτως τὸ ἑξῆς ἵσταται. 815. πάλαισμα μελέας: τὸ παράπτωμα τῆς ἀγχόνης, ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, οἳ οἱονεὶ πνίγουσιν ἑαυτοὺς ἐν τῷ τραχήλῳ παλαίοντες. A.B.I. Ἄλλως. ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας χειρός. 816. τίς ἄρα: λείπει τὸ δαιμόνων· τίς ἄρα δαιμόνων ἀμαυροῖ, ἤτοι ἀφανῆ καθιστᾷ, τὴν σὴν ζωήν. 820. κηλὶς ἄφραστος: ῥυπαρία μελαίνουσα, αἰσχύνη. ἄφραστος δὲ ἀντὶ τοῦ ἀπροόρατος, ἀδόκητος σπίλος καὶ αἰσχύνη. B.I. ἀντὶ τοῦ κακὸν ἀπροσδόκητον. A. 821. κατακονὰ μὲν οὖν: ἀντὶ τοῦ καταφθορά. λείπει δὲ τὸ κατέλαβέ με. ὁ δὲ νοῦς· καταφθορὰ ζωῆς ἀβιωτοποιὸς κατέλαβέ με. κακῶν δὲ ὁ τάλας πέλαγος εἰσορῶ. γράφεται δὲ καὶ τὸ κατακονῶ ῥῆμα, ἵν᾿ ᾖ οὕτως· μαραίνει με ἡ δυστυχία τοῦ βίου. γράφεται καὶ κατακονᾷ μὲν οὖν, ἀντὶ τοῦ καταναλίσκει. 824. μηδ᾿ ἐκπερᾶσαι κῦμα: ἀντὶ τοῦ ἐκκολυμβῆσαι, παρέρπειν, ἐπεὶ καὶ πέλαγος προείρηται. ἐνέμεινε δὲ τῇ μεταφορᾷ. 828. ὄρνις γὰρ ὥς τις: ὥσπερ γὰρ ὄρνις κρατουμένη ὑπό τινος ἀφανὴς γίνεται, οὕτω καὶ σὺ, ταχέως πηδήσασα ἐν τῷ Ἅιδῃ. 831. πρόσωθεν δέ ποθεν: πόθεν συνέβη μοι αὕτη ἡ συμφορά: μὴ ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι, ἢ πρός τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων; B.I.

---

Scholia in Euripidem, Scholia in Euripidis Hippolytum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg013.local001/.
