Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 121
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 121.1
Not analysed yet
121. τοῖν τ’ ἀθλίοιν τοῖνδε: καὶ αὐτῶν μέμνηται, ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι, ὅμως μετὰ ἀρᾶς· τὸ γὰρ οὓς ἀπώλεσεν θεός δοκεῖ μὲν συναχθομένη λέγειν, πανούργως δὲ ἐμφαίνει ὅτι καὶ θεοῖς ἀπηχθημένοι εἰσίν· οὐ γὰρ ἀπολλύει εἶπεν, ἀλλὰ ἀπώλεσεν, ὡς ἐγνωσμένης ἤδη τῆς παρὰ θεῶν δυσμενείας. A. B. M. I.