Ancient Greek
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΤΟΥ ΟΡΕΣΤΟΥ, Line 1281_1285
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1285.1
Not analysed yet
1281. ―1285. Ἡ ἀντιστροφὴ αὕτη τῆς τρίτης ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ δόχμια νῦν κόρας. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ ε′, ἐν μέντοι τῷ ε′ κώλῳ ἀντὶ ἰάμβου ἔχει σπονδεῖον· ἀδιάφοροι γάρ εἰσιν αἱ καταλήξεις τῶν κώλων καὶ ὁ παρατέλευτος πούς· ἔνθα γὰρ ἰαμβικὴ κεῖται συζυγία, ἐναλλάττουσι τοὺς χρόνους, καὶ ἀντὶ διιάμβου ἐπιτιθέασιν ἐπίτριτον, ὃς σύγκειται ἐκ σπονδείου καὶ ἰάμβου, ἢ ἐξ ἰάμβου καὶ σπονδείου. ἔστι δὲ ὅτε κεῖται καὶ δισπόν δειον. ἐπὶ τῷ τέλει τῆς παρούσης ἀντιστροφῆς παράγραφος.