Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 14
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 14.2-2
Not analysed yet
τί τἄρρητα: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε. καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ δὲ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλεκτρας ἐκλαληθῆναι φησὶν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ εἰρημένα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι χρεὼν, ἢ τὸ ἀπαριθμῆσαι ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι. Α. ἀντὶ τοῦ εἰς μέτρον θεῖναι ἐμὲ παρθένον οὖσαν τὰ ἄρρητα, ἤτοι τὰ μὴ πρέποντα λέγεσθαι ὡς αἰσχρά. I.