Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 4_14
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 14.4
Not analysed yet
ὁ γὰρ μακάριος: ἐπαινεῖταί τις ἐφ’ οἷς ποιεῖ καλοῖς καὶ ψέγεται ἐφ’ οἷς ποιεῖ κακοῖς· μακαρίζεται δὲ ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει. ἀφ’ οὗ μακάριος ὁ μακαρισμοῦ ἄξιος ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει. καὶ μακάριον τέλος οὗ ὁ τυχὼν μακαρίζεται. καὶ μακάριον ἔργον ἐφ’ ᾧ ὁ ἐργασάμενος μακαρίζεται. ἐνταῦθα δὲ τὸ μακάριος κατ’ εὐφημισμὸν λέγεται· οὐ γὰρ ἀπέλαυσεν ὁ Τάνταλος καλῶν, ἵνα διὰ ταῦτα μακαρίζηται, ἀλλὰ κακώσεων μᾶλλον καὶ κολάσεων. Gr. I.