Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 142_145
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 145.3
Not analysed yet
ἰδοὺ, πείθομαι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορόν· διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον, ἐπειδὴ καὶ αὕτη πρώτη ὑπὸ τῆς φύσεως φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηταί τις παραδόξων, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ, τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορὸν, τοιαύτην πέμπε μοι φωνὴν οἷός ἐστιν ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος· οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι. τοῦτο γὰρ πολύφωνον ὂν καὶ τὸν Ἐνδυμίωνα ἐγεῖραι δύνατ’ ἄν. A. B. C. M. I.