Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 165
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 165.1-3
Not analysed yet
165. Λοξίας: λοξίας ὁ Ἀπόλλων καλεῖται, ὅτι λοξὰ καὶ διπλῶς νοούμενα ἐμαντεύετο. καὶ γὰρ τῷ Κροίσῳ, ὅτε στρατεύσειν κατὰ Κύρου ἔμελλεν, ἐρωτήσαντι εἰ τοῦ ἐχθροῦ περιέσται εἶπε Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. τοῦτο δὲ ἦν παντάπασιν ἄγνωστον, εἴτε τὴν οἰκείαν, εἴτε τὴν τοῦ Κύρου. ὅθεν ἀπατηθεὶς ὁ Κροῖσος, καὶ μεγάλην ἀρχὴν τὴν τοῦ ἀντιδίκου ὑπολαβὼν, ἐλθὼν καταλέλυκε τὴν οἰκείαν τοσοῦτον ὡς καὶ ὑπὸ τοῦ ἐχθροῦ ἑαλωκὼς εἰς πῦρ ἐμβεβλῆσθαι, ὃν εἰ μὴ ὁ Ζεὺς οἰκτείρας ἀφῆκεν ὕδωρ ἐπὶ τὴν φλόγα, τάχ’ ἂν ἀπωλώλει, ἔργον πυρὸς γενόμενος. ἦν δὲ ὁ Κροῖσος Λυδῶν βασιλεύς. Gu. I.