Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 167
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 167.2
Not analysed yet
θωΰξασ’: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ θρηνώδει ἐχρήσατο ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς· ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται· οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἑτερός φησιν ἀκούεις, ὡς στένει; BM. I.