Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 169
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 169.1
Not analysed yet
169. εὕδειν μὲν οὖν ἔδοξα: ἀντὶ τοῦ δοκῶ. καθησυχάσουσα δὲ τὴν Ἠλέκτραν φησὶν ὅτι καθεύδειν αὐτὸν νομίζω· διὸ ἐπιφέρει τὸ ὑπνώσσει ὁριστικόν. λέγει νῦν ὡς ἀμφίβολον εἰποῦσαν οὐκ ἔπεισε· μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ γὰρ δύο σσ ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα. B. M. I. ἐνόμισα αὐτὸν ἐν βάθει κοιμᾶσθαι, Ἄλλως. τὸ ἔδοξα ἀντὶ τοῦ δοκῷ, ἐξ οὗ ἐπάγει τὸ ὑπνώσσει ὁριστικὸν, ἐπεὶ πρώην ἀμφίβολον εἶπε καὶ οὐκ ἔπεισε. A.