Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 176
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 176.1
Not analysed yet
176. ἐρεβόθεν: ἐρεβόθεν ἐλθεῖν τὴν νύκτα καλεῖ, τουτέστιν ἀπὸ τοῦ χάους· κατερχομένου γὰρ τοῦ ἡλίου εἰς τὸ ὑπὸ γῆς ἡμισφαίριον σκότος ἐπάνω τῆς γῆς γίνεται, ὥσπερ ἐκ τῶν κάτωθεν ἀνιέναι δοκοῦν, οὐχ ὡς ὂν ἐν τοῖς κάτω καὶ ἀνερχόμενον, ἀλλὰ τῇ ἀπουσίᾳ τοῦ φωτὸς τοῦτο ὑφίσταται, οὐκ ἔχον αὐτὸ καθ’ ἑαυτὸ οἰκείαν ὑπόστασιν. ἐλθεῖν δὲ λέγει τὴν νύκτα, οὐχ ἵνα γένηται νὺξ, ―πῶς γὰρ οἷόν τε ἡμέρας οὔσης; ―ἀλλ’ ἐπειδὴ ἐν νυκτὶ ὑπνώττουσιν ἄνθρωποι, διὰ τοῦτο τοῦτό φησιν· ἄλλως τε καὶ οἱ κοιμώμενοι ὥσπερ νύκτα ἔχουσι διὰ τὸ μὴ ὁρᾶν. Gu. I.