Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 200
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 200.1
Not analysed yet
200. ἰσονέκυες: ἐπειδὴ εἶπεν ἰσονέκυες, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην, σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς. τὸ δὲ ἄγαμος, ἐπὶ δ’ ἄτεκνος, οὕτως συντακτέον· τὸ ἐπί εἰς τὸ ἕλκω καταβιβαστέον, ἵν’ ᾖ οὕτως, ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος, ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος. A.