Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 220
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 220.2
Not analysed yet
πέλανον: κυρίως πέλανος τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας. ἔνιοι δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγμένον παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι. πέλανον ἐνταῦθα τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ. Gr. I. πέλανος σημαίνει δύο, τὸν σίελον, ὡς ἐνταῦθα, καὶ εἶδος θύματος, ἤτοι τὸν πλακοῦντα, ὡς Αἰσχύλος ἐν τρίτῳ φησίν. Gu. πέλανος προσηγορικὸν ὄνομα, ὁ ἀφρός· κατὰ παντὸς γὰρ ἀφροῦ λέγεται ἡ λέξις ἀπὸ τοῦ πελάζειν ἄνω, ὡς κουφοτέρως· τὰ γὰρ κοῦφα τὰ ἄνω ζητοῦσιν, ὡς τὸ ἀσκός. ἀποσπόγγισον τὸν ἀφρώδη πέλανον· οἱ γὰρ δαιμονιζόμενοι καὶ ἐκ τῶν στομάτων αὐτῶν ἀφροὺς πέμπουσι, καὶ ἐκ τῶν ὀμμάτων δάκρυα, καὶ ἐκ τῶν ὀφθαλμῶν λήμας· πλεονάζει γὰρ τὸ ὑγρὸν, καὶ μὴ ἔχον ἔξοδον ἐξέρχεται ἀπὸ τοῦ στόματος καὶ ἀπὸ τῶν ὀφθαλμῶν· ἀπὸ γὰρ τῆς πλημμελείας τοῦ στομάχου πλεονάσαν τὸ ὑγρὸν, γίνονται αἱ ἀναθυμιάσεις, καὶ μὴ ἔχον ἔξοδον τὸ πνεῦμα ἀνέρχεται τὰ ἄνω μέρη ζητοῦν ἔξοδον, καὶ μὴ εὑρίσκον ἀθροιζόμενον ἐκεῖσε σκοτίζει τὸν ἐγκέφαλον, καὶ τὰ μέλη σπαράσσει ζητοῦν ἔξοδον, καὶ οὕτω σκοτισθέντος τοῦ ἐγκεφάλου γίνεται παράφρων ὁ ἄνθρωπος, ἕως οὗ ἐκφορηθῇ τὸ πνεῦμα· οὕτω γὰρ εἰσέρχεται τὸ πνεῦμα καὶ ἐν τῇ γῇ καὶ σείει αὐτὴν, μὴ ἔχον τοῦ ἐξελθεῖν. Fl. 59.