Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 249
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 249.1
Not analysed yet
249. ἐπίσημον ἔτεκε Τυνδάρεως: μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν. M. Στησίχορός φησιν ὡς θύων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο, δι’ ὃ ὀργισθεῖσα ἡ θεὸς διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ἐποίησεν. ἔχει δὲ ἡ χρῆσις οὕτως οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μιᾶς λάθετ’ ἠπιοδώρου Κύπριδος. κείνα δὲ Τυνδάρεω κούραισι χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορας. καὶ Ἡσίοδος δέ τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει, ἵκετο δ’ ἐς Φυλῆα, φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη προλιποῦσ’ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο καὶ εἵλετο χείρον’ ἀκοίτην. ὣς δ’ Ἑλένη ᾕσχυνε λέχος ξανθοῦ Μενελάου. —A. B. M. I.