Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 25
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 25.3
Not analysed yet
ὑφάσματι: ἱματίῳ. Gr. χιτῶνι. Gu. ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύνηται τοὺς φονεύοντας. Καὶ ἄλλως. ἀντὶ τοῦ χιτῶνι. ἄπειρον ὃ οὐκ ἦν περᾶν χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φαμεν. καλῶς δὲ εἶπεν, ἣ πόσιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, δι’ ἑαυτὴν ἐδόκει κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν ἀμήχανον τεύχημα καὶ δυσέκλυτον. A. B. M.