Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 270
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 270
Not analysed yet
270. μανιάσι: πάντες τὸ μανιάσι πρὸς τὸ λυσσήμασι συνάπτοντες οὕτω φασὶ, μανικοῖς λυσσήμασιν, ἀγνοοῦντες ὅτι τὸ μὲν μανιάσι θηλυκόν ἐστι, τὸ δὲ λυσσήμασιν οὐδέτερον. σὺ δὲ τούτους ἐάσας ἀσυνδέτως λέγε κεχωρισμένα οὕτως· εἴ με ἐκφοβοῖεν μανιάσι καὶ μανίαις, ἐν λυσσήμασι καὶ ἐν μανίαις, ἵν’ ὦσιν ἀμφότερα τὸ αὐτό. Gu. I. μανιάσι λυσσήμασι: ταῖς μανιώδεσι λύσσαις. σχῆμα δέ ἐστι περίφρασις τὸ μανιάσι λυσσήμασιν, ὡς τὸ φοίνικι λίνῳ, ἀρσενικὸν μετὰ οὐδετέρου. ἀπὸ δὲ τοῦ ἡ μανιὰς τὸ μανιάσι· μανιώδεσι λυσσήμασιν, ἢ μανίαις καὶ λυσσήμασιν. B. M. I.