Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 277
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 277.2
Not analysed yet
ἔα, τί χρῆμ’ ἀλύω: διὰ ποίαν αἰτίαν ἀδημονῶ; B. M. τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη καθ’ ἣν ἀδημονῶ καὶ ἠπόρημαι; παρὰ τὴν ἄλην· ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο. A. B. C. M. I. ἐπὶ ἐκπλήξεως τὸ ἔα. διὰ τί χρῆμα ἐν ἀμηχανίᾳ εἰμὶ, πνεῦμα ἀναπέμπων ἐκ τῶν πνευμόνων; τὸ ἀλύειν δὲ ποτὲ μὲν οἱ ποιηταὶ ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι λαμβάνουσιν, ὡς ἐνταῦθα, καὶ παρὰ τῷ ποιητῇ ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο, ποτὲ δὲ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν, ὡς τὸ ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. I.