Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 28
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 28.1
Not analysed yet
28. Φοίβου δ’ ἀδικίαν: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος, καὶ δι’ ὧν ἐδόκει μὴ κατ’ αὐτοῦ λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα. τὸ δὲ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα. πρὸς οὐχ ἅπαντας δὲ τὴν εὔκλειαν φέρειν εἴρηκεν, ἐπειδὴ οἱ μὲν ἐπῄνουν αὐτὸν, οἱ δὲ οὔ. A. B. M. I.