Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 28
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 28.4
Not analysed yet
κατηγορεῖν: κατηγορεῖ τὸ σκυλάκιον τὸ προελθὸν πρῶτον τῆς μητρὸς τὸν πατέρα ἀντὶ τοῦ δεικνύει ἐν ἑαυτῷ. κατηγορεῖν καὶ τὸ κατά τινος ἀγορεύειν, καὶ ἔχει τὴν σύνταξιν ἀπὸ γενικῆς εἰς αἰτιατικὴν, οἷον κατηγορῶ σου φόνον, κατηγορῶ σου ἀδικίαν. καὶ ἔστι μὲν ἡ τετελεσμένη σύνταξις αὐτοῦ αὕτη. ἔστι δ’ ὅτε καὶ μετὰ γενικῆς μόνης λέγεται. τὸ τοιοῦτο δὲ καὶ ἐν ἄλλοις συμβαίνει πλείστοις, οἷον τὸ προσέχω ἐντελῶς μὲν λεγόμενον ἐν τῷ λόγῳ ἔχει καὶ τὸν νοῦν, οἷον προσέχω τὸν νοῦν τοῖς λεγομένοις· λέγεται δὲ καὶ προσέχω τοῖς λεγομένοις χωρὶς ἐκείνου. καὶ τὸ φθονῶ ἐντελῶς μὲν ἔχον τῆς συντάξεως ἀπὸ δοτικῆς εἰς γενικὴν συντάσσεται, οἷον φθονῶ σοι τοῦδε. λέγεται δὲ καὶ φθονῶ σοι μόνον, καὶ ἔτι φθονῶ τῆς σῆς ἀρετης. Gr. Fl. 6. 9. 17. 21. 34. 56. 59. 76.