Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 314
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 314.1
Not analysed yet
314. κἂν μὴ νοσῇς: Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ γραφὴν διδάσκει, κἂν μὴ νοσῇ γὰρ, ἀλλὰ δοξάζῃ νοσεῖν, ἵν’ ᾖ ἀπὸ τοῦ Ὀρέστου εἰς τὸ κοινὸν μεταβεβηκὼς ὁ λόγος. B. M. I. δοξάζῃς ἀντὶ τοῦ δοξάζῃ τις, ὡς τὸ φαίης κε ζάκοτόν τ’ ἔμμεναι. B. M. Τοῦτο καθολικῶς ἔδει ἐξενεγκεῖν οὕτω· κἂν μὴ νοσῇ τις, ἀλλὰ δοξάζῃ νοσεῖν, κάματος αὐτῷ καὶ ἀπορία γίνεται. νῦν δὲ τὸ μὲν ἥμισυ τοῦ γνωμικοῦ πρὸς τὸν Ὀρέστην ἐπέφερε, τὸ δὲ ἥμισυ καθόλου εἶπεν. ἔστι δὲ τοῦτο καινόσχημον, εἰ καὶ ὁ Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ διδάσκει γραφήν. καὶ μὴν καὶ ἑτέρα καινότης ἔστιν ἐνταῦθα· ἡ γὰρ πρότασις ἑνικῶς ἐκφέρεται, ἡ δὲ ἀπόδοσις πληθυντικῶς, δηλοῦντος τοῦ ποιητοῦ ὅτι εἰς πάντας τοὺς ἀνθρώπους τοῦτο γίνεται. Gu. I.