Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 32
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 32.1
Not analysed yet
32. οἷα δὴ γυνή: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου ἡ Ἠλέκτρα, ὡς καὶ Ὀρέστης φησίν σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοί. Ἄλλως. ζητεῖται τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, ὅπου φησὶν ὧν δ’ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν, ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνὴ πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο.