Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 37
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 37.3
Not analysed yet
ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς Εὐμενίδας: τουτέστιν εὐλαβοῦμαι λέγειν ὅτι αἱ Εὐμενίδες, ἤγουν αἱ Ἐριννύες, ποιοῦσιν αὐτὸν μαίνεσθαι, αἳ τοῦτον ἐξαμιλλῶνται καὶ ἐλαύνουσιν ἐν φόβῳ. ἔστι δὲ τὸ σχῆμα κατὰ παράλειψιν· ὃ γὰρ ηὐλαβεῖτο λέγειν εἴρηκεν. οἱ δὲ πολλοὶ οὕτω νοοῦσιν· αἰδοῦμαι τὰς Εὐμενίδας λέγειν θεὰς, ἀντὶ τοῦ εὐλαβοῦμαι λέγειν αὐτὰς εἶναι τοῦ θείου γένους, ὡς κακῶν παρεκτικάς. τὸ δὲ ἐξαμιλλῶνται εἶπεν, ἐπειδὴ οἱ ἀγωνιζόμενοι πρὸς ἀλλήλους ἐν γυμνασίοις ἄνω καὶ κάτω στρέφονται τοῖς ἀγωνίσμασιν. Gu. I.