Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 373
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 373.1
Not analysed yet
373. ὡς εὐτυχοῦντας: κακοήθως, ὡς ὑγιῶς ἔχοντας. A. C. Ἄλλως. εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι, βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτῶν προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἐφεδρεύων τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται. ἀλλὰ τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην, καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα, ὡς σωζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον· τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς. A. B. C. M. I.