Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 380
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 380.1
Not analysed yet
380. ὅδ’ εἰμ’ Ὀρέστης: ὦ Μενέλαε, ὅδε, ἤγουν ἐγὼ, εἰμὶ ὁ Ὀρέστης, ὃν ἱστορεῖς, ἤτοι περὶ οὗ ἐρωτᾷς. ἐγὼ ἑκὼν δηλώσω σοι τὰ ἐμὰ κακά. πρωτόλεια δὲ, ἤτοι πρώτως καὶ κατὰ πρῶτον λόγον, θιγγάνω καὶ ἅπτομαι τῶν σῶν γονάτων ἱκέτης, ἀντὶ τοῦ ἱκετικῶς, ἀπὸ στόματος ἀφύλλου καὶ ξηροῦ ἐξάπτων καὶ ἀνατιθεὶς λιτάς· σῶσόν με· παραγέγονας δὲ αὐτὸς εἰς καιρὸν, ἤτοι εἰς αὐτὴν τὴν ἀκμὴν τῶν κακῶν. I.