Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 396
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 396.1
Not analysed yet
396. ἡ σύνεσις: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν, αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν; ἀγνοοῦσι δὲ ὅτι ὑπὸ δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων. ὃ καὶ ἐπάγει μανίαι τε μητρὸς αἵματος, τῆς μητρὸς ἣν ὑφίσταμαι τιμωρίαν, ταύτην διδοὺς ὑπὸ τοῦ τῆς μητρὸς φόνου. A. B. M. I.