Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 411
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 411.1
Not analysed yet
411. αὐταί σε βακχεύουσιν: ἤτοι ἐκμαίνουσι καὶ ταράττουσί σε τῷ συγγενεῖ φόνῳ, ἤτοι διὰ τὸν φόνον τῆς μητρός. I. Κακοήθως τῷ ὀνόματι ἐχρήσατο τῆς μανίας, κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός. ἤρκει γὰρ τὸ αὗταί σε βακχεύουσιν A. B. C. M. I. ὁμοίως δὲ καὶ τῷ εἰπεῖν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους γυμνὸν δείκνυται τὸ κακόηθες Μενελάου· κατέκρινε γὰρ αὐτοῦ χωρὶς κρίσεως. B. C. I. γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενέλεω· κέκρικε γὰρ αὐτὸν ἄνευ κρίσεως. M. τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα. ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος, οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους. καὶ κατέκρινεν αὐτὸν, φησὶν ὁ Ὀρέστης, χωρὶς κρίσεως. A.