Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 419
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 419.1
Not analysed yet
419. κᾆτ’ οὐκ ἀμύνει: καὶ εἶτα οὐ βοηθεῖ ὁ Ἀπόλλων τοῖς σοῖς κακοῖς. I. πανοῦργος πᾶσα ἡ ἐρώτησις· ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει, καὶ πῶς ὁ κελεύσας ἀναιρεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον; τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι, πῶς οὖν αἱ Ἐρινύες ταχέως μετῆλθον; οὐκ εἰσὶ καὶ αὗται θεαί; ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον. B. M. I.