Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 420
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 420
Not analysed yet
420. μέλλει: βοηθῆσαι, ἢ μέλλει ἀντὶ τοῦ βραδύνει· τὸ θεῖον γάρ ἐστι φύσει τοιοῦτον, ἤγουν βραδὺ, τουτέστι μακρόθυμον. I. ἤγουν μέλλει καὶ πρὸς βοήθειαν καὶ πρὸς κόλασιν· πρὸς μὲν βοήθεiαν, ἵνα δοκίμιον λήψηται τῆς προαιρέσεως τῶν τῆς βοηθείας αὐτοῦ ἀπολαύσειν μελλόντων· πρὸς δὲ κόλασιν, ἵνα τῷ χρόνῳ ἐπανάξῃ αὐτοὺς πρὸς ἃ δεῖ Gu. I. τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει: ἤγουν μέλλει ἀεὶ τὸ θεῖον, ὀκνηρόν ἐστι πρὸς τὰς ἀμοιβὰς, γυμνάζον ἡμῶν τὴν διάνοιαν. C.