Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 434
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 434.2
Not analysed yet
διὰ τριῶν: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος. διὸ ἐπάγει, τίς δ’ ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων· ―προεῖπε γὰρ ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. ―τινὲς δέ φασι τῆς συνέσεως, τῆς λύπης καὶ τῆς μανίας. A. B. C. M. I. ἐν δὲ τοῖς Καλλιστράτου γέγραπται· ἐπιζητήσειεν ἄν τις πῶς διὰ τριῶν εἴρηκεν, εἰ μὴ διὰ τὸ τὸν Ἀγαμέμνονα καὶ Ὀδυσσέα καὶ Διομήδη φάναι μετασχεῖν τοῦ φόνου Παλαμήδους. B. M. I.