Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 439
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 439.1
Not analysed yet
439. τί δρῶντες: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν. τί δρῶντες οὐκ ἐῶσί σε ζῆν; οὐ γάρ ἐστιν αἰτιῶδες νῦν τὸ ὅτι, ἀλλ’ ἀντὶ τοῦ τί Ἀττικῶς. Ἄλλως. ὁ δὲ λόγος, εἰπέ μοι σαφὲς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν· τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί Ἀττικόν. ἐὰν δὲ γράφηται ἢ τί, ὁ στίχος οὕτως· τί δρῶντες, ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις; B. I. Ἄλλως. τί δρῶντες οὐκ ἐῶσιν ἡμᾶς ζῆν, ὅ τι καὶ σαφὲς εἰπεῖν ἐμοὶ ἔχεις, εἰπὲ δηλονότι. I.