Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 479
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 479.2
Not analysed yet
δράκων: εἶδος ἀντὶ γένους ἔλαβεν· γένος μὲν γὰρ ὁ ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων. νῦν δὲ δράκων ἀντὶ τοῦ ἔχις. οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζωοτοκοῦνται, καὶ τικτόμενοι διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς φησι Νίκανδρος γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο. διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν. A. B. M. I. Ἄλλως. ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. ἐλλείπει δὲ τὸ ὡς, ἵν’ ᾖ ὡς δράκων. A. B. I.