Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 490
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 490.1
Not analysed yet
490. ὀργὴ γὰρ ἅμα: πρὸς τῷ εἶναί σε γέροντα καὶ ὀργίλος εἶ. διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς ἐν χειρὶ θήγει, σὺν τάχει δ’ ἀμβλύνεται. Ἄλλως. ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ· αὐτὸ γὰρ καθ’ ἑαυτὸ τὸ γῆρας μελαγχολικώτερόν ἐστι τῆς νεότητος· εἰ δὲ συμβῇ τοὺς γέροντας ὀργισθῆναι, διπλάσιον γίνεται τὸ κακόν. τὸ γῆράς σου οὖν, φησὶν, ἅμα ὀργῇ γεγονὸς οὐ σκοπεῖ τὸ δέον. A. B. M. I.