Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 512_515
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 515.1
Not analysed yet
512. ―515. καλῶς ἔθεντο: καλῶς ἐνομοθέτησαν ταῦτα οἱ ἔκπαλαι νομοθέται· οὐ συνεχώρουν ἐλθεῖν εἰς ὄψιν καὶ θέαν, οὐδ’ εἰς ἀπάντησιν τὸν ἀποκτείναντά τινα, φυγαῖσι δ’ ὡσίουν, ἀντὶ τοῦ ἐκάθαιρον, ὁσίους καὶ καθαροὺς ἐποίουν· τὸ γὰρ μὴ ἀνταποκτείνειν ὅσιον ἐνόμιζον. οἱ γράφοντες ἀνταποκτείνειν ἀγνοοῦσι τὰ μέτρα. διὸ ἀποκτείνειν γράφων οὕτω λέγε· ὡσίουν δὲ καὶ ἐκάθαιρον ἐκεῖνον ἐν φυγαῖς, οὐκ ἐν τῷ ἀποκτείνειν δέ. τὸ μή ἀντὶ τοῦ οὔ. I.