Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 523
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 523.1-2
Not analysed yet
523. ἀμυνῶ δ’ ὅσον: ἐπειδὴ γὰρ νόμος ἦν μὴ δι’ ἑτέρου φόνου τοὺς φονεῖς κολάζειν, ἀλλὰ φυγῇ, οὗτος δὲ παραβὰς τὸν νόμον ἀπέκτεινε τὴν μητέρα τὸν ἴδιον ἄνδρα φονεύσασαν, ἀμυνῶ καὶ βοηθήσω αὐτὸς τῷ παραβαθέντι ὑπ’ αὐτοῦ νόμῳ. ἐξ ὧν γὰρ θέλω τοῦτον τιμωρηθῆναι, παύω τοὺς ἄλλους τῶν ἴσων. Gu. οὐ χρὴ δὲ γράφειν ἀμύνω ἐπὶ ἐνεστῶτος, (μακρὰ γάρ ἐστιν ἐπὶ τοῦ ἐνεστῶτος τὰ διὰ τοῦ υνω ῥήματα) ἀλλ’ ἀμυνῶ ἐπὶ μέλλοντος· οὕτω γὰρ ἁρμόζεται τῷ μέτρῳ. ὁ γὰρ μέλλων τῆς ε΄ συζυγίας τῶν βαρυτόνων τὰ ἀμετάβολα, φασὶ, τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τοῦ τόνου. I.