Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 518_525
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 525.1
Not analysed yet
518. ―525. Ἐγὼ δὲ μισῶ τὰς ἀνοσίους καὶ ἀδίκους γυναῖκας, μισῶ δὲ πρώτην τὴν ἐμὴν θυγατέρα, ἥ τὸν ἑαυτῆς ἐφόνευσεν ἄνδρα, καὶ τὴν Ἑλένην, τὴν σὴν γυναῖκα, οὐδέποτ’ ἐπαινέσω, οὐδὲ προσλαλήσαιμι· οὐδὲ σὲ ἐπαινῶ ἐλθόντα εἰς Τροίαν κακῆς γυναικὸς χάριν. βοηθήσω δ’ ὅσον δύναμαι τῷ νόμῳ, τὴν θηριωδίαν καὶ μιαιφονίαν ταύτην καταπαύων, ἥ γῆν τε καὶ πόλεις διόλου διαφθείρει. I.