Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 559
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 559.1
Not analysed yet
559. εἰς ἀνδρὸς ᾔει λέκτρα: τὸ ἀνδρὸς διπλῶς νοητέον ἤ τοῦ τὸ ἀνδρὸς διπλῶς νοητέον, ἢ τοῦ Αἰγίσθου, ἢ τοῦ Ἀγαμέμνονος. καὶ ἐπὶ μὲν τοῦ Αἰγίσθου οὕτως· ἡ σὴ θυγάτηρ, ὦ Τυνδάρεως, εἰς ἀνδρὸς ᾔει λέκτρα ἐν λαθραίοις γάμοις, τουτέστι συνῆν λαθραίως Αἰγίσθῳ μοιχευομένη· ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος οὕτως· ἡ σὴ θυγάτηρ ἐν ἰδίοις ὑμεναίοις, καὶ οὐχὶ σώφροσι, τουτέστι λαθραίως μοιχευομένη Αἰγίσθῳ, εἰς λέκτρα τοῦ Ἀγαμέμνονος ἧκεν, ὅτε ἐπανῆκεν ἐκ Τροίας καὶ οὐκ ᾐδεῖτο. Gu. I.