Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 603
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 603.1
Not analysed yet
603. μακάριος αἰών: τούτοις δηλονότι μακάριος ὁ αἰὼν, ἤγουν ὁ βίος, ἀντὶ τοῦ οὗτοι ἀπολαύουσι βίου, δι’ ὃν μακαρίζονται, ὡς γὰρ μακάριον τέλος λέγεται οὗ ὁ τυχὼν μακαρίζεται, οὕτω καὶ μακάριος βίος οὗ ὁ ἀπολαύων μακαρίζεται. τὸ γὰρ ἀπολαῦον ἀγαθοῦ τινος εἰκότως ἂν μακαρίζοιτο διὰ τὴν ἀπόλαυσιν. μακαρίζεται γάρ τις ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἐφ’ οἷς ἀπολαύει. τὸ δὲ παρέχον τὴν ἀπόλαυσιν, ἤγουν ἐκεῖνο οὗ ἀπολαύει τις, οὐκ ἔχει λόγον μακαρίζεσθαι. ὥστε ὅτε τοιοῦτό τι λέγεται μακάριον, οὐ δι’ ἑαυτὸ οὕτω λέγεται, ἀλλὰ διὰ τὸ ἀπολαῦον αὐτοῦ. Gr. Ι.