Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 605
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 605.3
Not analysed yet
ἀεὶ γυναῖκες: συμφορά ἐστιν ἀκούσιον σύμπτωμα. οὐ συμφωνεῖ δὲ ἐνταῦθα τῇ ἀγανακτήσει τοῦ χοροῦ τὸ τὰς γυναῖκας τοῖς ἰδίοις συμπτώμασι τοῖς ἀκουσίοις ἐμποδὼν καθίστασθαι τοῖς ἀνδράσιν· τοῦτο γὰρ σχεδὸν τὰς γυναῖκας ἔξω αἰτίας ποιεῖ. ἄλλως τε οὐδὲ ἡ Κλυταιμνήστρα ἀκουσίῳ ἑαυτῆς συμπτώματι ἐμποδὼν τῷ ἀνδρὶ ἐγένετο, καὶ τὸ αἰεί δὲ οὐ καταλλήλως ἔχει πρὸς τὸ ἔφυσαν. δοκεῖ δὲ τὸ πᾶν οὕτως ἔχειν· αἱ γυναῖκες ἐγεννήθησαν ἐμποδὼν ἀεὶ εἶναι τοῖς ἀνδράσι δηλονότι· τοῦτο γὰρ συνυπακούεται ἀπὸ τοῦ ἐπαγομένου ἐπὶ ταῖς συμφοραῖσι τῶν ἀνδρῶν, ὥσπερ εἰ εἶπεν ἐπὶ τῷ κακῶ τῶν ἀνδρῶν, τουτέστι χάριν τῶν συμφορῶν τῶν ἀνδρῶν, ἐφ’ ἃς αὐτοὺς δηλονότι αὗται ἐμβαλοῦσιν αὐτῶν, οὐχ ὥστε αὐτοῖς μετρίως ἐπιθέσθαι αὐτὰς, ἀλλὰ πρὸς τὸ δυσκολώτατον. Gr. Fl. 6. 9. 34. 59. 76.