Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 640
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 640.1
Not analysed yet
640. τὰ μακρά: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τήν μακρολογίαν τῶν λόγων προκρίνων· οἱ γὰρ Λάκωνες βραχυλόγοι· καὶ Ὅμηρος παῦρα μὲν, ἀλλὰ μάλα λιγέως. ὁ δὲ νοῦς, ἡ μακρὰ διήγησις καὶ τὸ διὰ πλειόνων ποιεῖσθαι τὴν ἀφήγησιν σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων. ἀνάσχου οὖν τῆς ἐμῆς μακρολογίας, ἐπεὶ σαφεστέρα ἐστί. A. B. C. M. I. τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων. ἔνιοι δὲ ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι. B. M. I.