Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 665
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 665.1
Not analysed yet
665. ἐρεῖς ἀδύνατον: λύσις τοῦ ἀντιπίπτοντος. ἀλλ’ εἴποις, φησὶν, ὅτι ἀδύνατον βοηθῆσαι, εἶτα ἔξωθεν προσληπτέον, καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπεσιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται. A. B. I. Ἄλλως. ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι· ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέσθαι, εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων. A. B. C. M. I. βοηθῆσαί μοι διὰ τὴν τοῦ ἁμαρτήματος ὑπερβολήν. ἀλλὰ διὰ τὸ ἀδύνατον εἶναι, διὰ τοῦτο ἀξιῶ· εἰ γὰρ ἦν δυνατὸν, οὐκ ἂν ἠξίωσά σε· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται. Gu.