Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΟΡΕΣΤΗΝ, Line 672
Scholia In Euripidem, Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 672.2
Not analysed yet
τί δὲ ταλαιπωρεῖν με δεῖ: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ περὶ ταύτης, σωθήσεσθαι παραιτούμενος; ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος, καὶ πάντα ὑπομένειν, κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει. B. M. I. ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης ἱκνοῦμαι πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε, εἴτε ὡς τοῦ Μενελάου ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει, δυστυχὴς ἐγὼ, εἰς ἄπορον ἥκω κακῶν καὶ οὐκ ἔχω οὐδεμίαν καταφυγήν. ὃ πάλιν διαλαβὼν θαρσύνει ἑαυτὸν καὶ φησὶ, τί δεδοίκαμεν τὸν θάνατον; καρτερεῖν δεῖ καὶ φέρειν ἀναγκαίως τὰ παρὰ τοῦ δαίμονος. τί δὲ, φησὶ, παραιτοῦμαι τὴν αἰσχύνην; πάσῃ μοι μηχανῇ ποριστέον τὴν σωτηρίαν. οὐχ ὑπὲρ μικρῶν γάρ μοι ὁ κίνδυνος, ἀλλ’ ὑπὲρ παντὸς τοῦ οἴκου ἐστίν. B. I. Ἄλλως. τὸ τί δὲ ταλαιπωρεῖν τοῦτο λέγει, τί δὲ δεῖ ταλαιπωρεῖν καὶ κάμνειν ἐμὲ περὶ τὴν δέησιν· οὐ γὰρ ὑπὲρ ἐμοῦ μόνου καὶ τῆς ἐμῆς ἀδελφῆς ποιοῦμαι τὴν δέησιν, ἀλλ’ ὑπὲρ τοῦ οἴκου παντὸς, τουτέστι τοῦ γένους παντὸς ἡμῶν. ἀποθανόντος γὰρ ἐμοῦ ἡ ἐκ προγόνων πᾶσα εὐδαιμονία οἰχήσεται, ὡς οὐ διάδοχον σχοῦσα· ὥστε τῆς ζημίας καὶ εἰς σέ πως τεινούσης, ἐπεὶ τοῦ αὐτοῦ γένους τυγχάνεις, οὐχ ἧττον ἐμοῦ δεῖ σὲ σπουδάζειν, ὅπως σωθείην. ἢ αὕτη ἡ κατασκευὴ πρὸς τὸ ἱκνοῦμαι ἐστι, τὰ δ’ ἄλλα διὰ μέσου. Gu. I.